Перевод: с греческого на английский

с английского на греческий

ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων

  • 1 ἐπεί

    ἐπεί conj.
    a temporal, c. aor. ind., after, when

    τοῦ ἐράσσατο Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθώ O. 1.26

    Ἀχιλλέα τ' ἔνεικ, ἐπεὶ Ζηνὸς ἦτορ λιταῖς ἔπεισε, μάτηρ O. 2.79

    φθέγξατ' ἐπεὶ κατὰ γαἶ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14

    βασιλεὺς δ, ἐπεὶ πετράεσσας ἐλαύνων ἵκετ' ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα O. 6.47

    τερπνᾶς δ' ἐπεὶ λάβεν καρπὸν Ἥβας, ἐκάλεσσε Ποσειδᾶν O. 6.57

    δράκοντες, ἐπεὶ κτίσθη νέον, οἱ δύο μὲν κάπετον O. 8.37

    ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτέατον O. 10.26

    ἀλλ' ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν,

    σέλας δ' ἀμφέδραμεν λάβρον Ἁφαίστου, τότ ἔειπεν P. 3.38

    τοί μ' ἐπεὶ πάμπρωτον εἶδον φέγγος, κρύβδα πέμπον” i. e. as soon as P. 4.111

    ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο P. 4.188

    ἐπεὶ δ' ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν, ἐκάλει P. 4.191

    κεῖνόν γε καὶ βαρύκομποι λεόντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν P. 5.59

    μόλον, καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον P. 5.84

    τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν P. 9.80

    ἔνθ' Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.121

    μάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἔλυσε δόμους ἁβρότατος P. 11.33

    ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος P. 12.18

    ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἑπεὶ μόλεν, ὡς κροκωτὸν σπάργανον ἐγκατέβα N. 1.35

    Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν N. 7.35

    ὁ δ' ὄλβῳ φέρτατος ἵκετ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις Τηλεβόας ἔναρεν N. 10.14

    ἐπεὶ δ' ἄλκιμον νέκυν ἐν τάφῳ πολυστόνῳ θέντο Πηλείδαν, ἦλθον ἄγγελοι Pae. 6.98

    ἀνδροδάμαντα δ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέος οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον fr. 166. 1.
    b causal, =

    γάρ. Μοῖσα δ' οὕτω ποι παρέστα μοι. ἐπεὶ στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος O. 3.6

    ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.27

    ἀλλά νιν οὐκ εἴασεν. ἐπεὶ εἶπε O. 7.61

    ποτὶ καὶ τὸν ἵκοντ. ἐπεὶ νεφέλᾳ παρελέξατο P. 2.36

    πέμψεν κασιγνήταν ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος P. 3.34

    ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν P. 4.122

    τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον. ἐπεὶ θαητὸν εἶδος ἔπλετο P. 9.108

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.31

    ὑπέρτατος Ἁγησιμάχοἰ ὑέων γένετο. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον

    ἀρετᾶς ἦλθον N. 6.23

    ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν. ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν N. 6.46

    διὰ τὸν ἁδυεπῆ Ὅμηρον. ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.22

    (by entertaining the Dioskouroi they have become great athletes)

    ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοῖραν διέποντι N. 10.51

    πότμον ἀμπιπλάντες ὁμοῖον. ἐπεὶ τοῦτον εἵλετ' αἰῶνα N. 10.57

    χορεύων τὰν ἁλιερκέα Ἰσθμοῦ δειράδ. ἐπεὶ στεφάνους ἓξ ὤπασεν Καδμοῦ στρατῷ ἐξ ἀέθλων I. 1.10

    μὴ φθονεραῖσι φέρειν γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων ξυνὸν ὀρθῶσαι καλόν I. 1.45

    ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν I. 8.31

    Δωρίων ἔλαχεν σελίνων. ἐπεὶ περικτίονας ἐνίκασε I. 8.64

    ἔσχον Δᾶλον, ἐπεί σφιν Ἀπόλλων δῶκεν Ἀστερίας δέμας οἰκεῖν Pae. 5.40

    ἐπεὶ αυ[ Πα. 7B. 13. πατρῶἰ ἐπεί[ Θρ. 4. 12. following impv.: “κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαιςO. 1.79

    δίδοι τέ οἱ αἰδοίαν χάριν. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν εὐθυπορεῖ O. 7.90

    ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον. ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία O. 9.37

    κλῦτ, ἐπεὶ εὔχομαι O. 14.5

    μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν μηδὲ τούσδ ὕμνους. ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν I. 2.45

    Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν I. 8.67

    following a wish:

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς. ἐπεί νιν αἰνέω O. 4.14

    ἐν τίν κ' ἐθέλοι εὐτυχῶς ναίειν. ἐπεὶ τετραόροισιν ὥθ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.93

    introducing parenthesis:

    ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἔπακτον στυγερώτατος O. 10.88

    introducing example: τεκμαίρομαι ἔργοισιν Ἡρακλέος. ἐπεὶ Γηρυόνα βόας ἔλασεν fr. 169. 6. introducing question: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεν, τίς ἂν φράσαι δύναιτο; O. 2.98 ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν; O. 9.29 ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον; P. 7.5
    c fragg. ]

    διὰ θυρᾶν ἐπειδ[ Pae. 20.7

    ]ἐπεὶ πάντα[ ?fr. 334a. 11.

    Lexicon to Pindar > ἐπεί

  • 2 στέφανος

    στέφᾰνος (-ος, -ῳ, -ον, -οι, -ων, -οιςι), -οισιν, -ους.)
    a crown presented to an athletic victor

    χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι O. 3.6

    αἴτει σκιαρόν τε φύτευμα στέφανόν τ' ἀρετᾶν O. 3.18

    μετὰ στέφανον ἰών O. 4.23

    ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν τῶν Οὐλυμπίᾳ δέκευ O. 5.1

    στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.26

    ἕκτος οἶς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ' ἀγώνων O. 8.76

    στεφάνων ἄωτοι O. 9.19

    τίς δὴ ποταίνιον ἔλαχε στέφανον; O. 10.61

    κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας ἁδυμελῆ κελαδήσω O. 11.13

    δέξαι δέ οἱ στεφάνων ἐγκώμιον τεθμόν O. 13.29

    ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν P. 1.37

    στέφανον ὕψιστον δέδεκται P. 1.100

    τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις P. 2.6

    κῶμόν τ' ἀέθλων Πυθίων αἴγλαν στεφάνοις P. 3.73

    υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων P. 10.26

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν P. 10.58

    Θρασυδᾷος ἔμνασεν ἑστίαν τρίτον ἔπι στέφανον πατρῴαν βαλών P. 11.14

    ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη N. 2.22

    ἀοιδὰν στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν N. 3.8

    Κλεωναίου τ' ἀπ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα N. 4.17

    οἴκαδε κλυτοκάρπων οὐ νέοντ' ἄνευ στεφάνων N. 4.77

    Πυθέας εὐρυσθενὴς νίκη Νεμείοις παγκρατίου στέφανον N. 5.5

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν στεφάνων N. 6.26

    εἴρειν στεφάνους ἐλαφρόν N. 7.77

    ( φιάλαις)

    ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾶ Λατοίδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος N. 9.53

    καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον (sc. ἐκράτησε) N. 10.26

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων I. 1.10

    γευόμενοι στεφάνων νικαφόρων I. 1.21

    ἐν βάσσαισι Ἰσθμοῦ δεξαμένῳ στεφάνους I. 3.11

    ὅντιν' ἀθρόοι στέφανοι χερσὶ νικάσαντ ἀνέδησαν ἔθειραν I. 5.8

    λάμ-

    βανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν I. 5.62

    ἄωτον δεξάμενοι στεφάνων I. 6.4

    ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων I. 7.39

    πόρε, Λοξία, τεαῖσιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόι στέφανον I. 7.51

    μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων I. 8.6

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.67

    μναστὴρ στεφάνων (sc. ἀγών) fr. 20.

    στεφάνων καὶ θαλιᾶν τροφὸν ἄλσος Ἀπόλλωνος Pae. 6.13

    χαίταν στεφάνοις ἐκόσμηθεν Παρθ. 2.. ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι fr. 221. 2.
    b garland as sign of festivity or success ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνους (v. l. στεφάνοις) O. 2.74

    στεφάνοισί τέ μιν ποίας ἔρεπτον P. 4.240

    χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.57

    πολλὰ μὲν κεῖνοι δίκον φύλλ' ἔπι καὶ στεφάνους P. 9.124

    στεφά]νοισι παν [ (e Σ supp. Snell) Πα.. 1. ]πλόκον ς[τεφά]νων κισσίνων Δ. 3.. ἰοδέτων λάχετε στεφάνων (sc. θεοί) fr. 75. 6. Αἰολάδα σταθμὸν ὑμνήσω στεφάνοισι θάλλοισα παρθένιον κάρα Παρθ. 2. 11. ἐντὶ [δὲ καὶ] θάλλοντος ἐκ κισσοῦ στεφάνων Διο[νύσου (Wil.: στέφανον cod.) Θρ. 3. 3.
    c circling wall

    Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι O. 8.32

    Lexicon to Pindar > στέφανος

  • 3 ἐκ

    ἐκ, ἐξ (ἐξ before vowels: following its noun O. 7.91, O. 13.29, P. 2.19, O. 8.59 coni.: repeated P. 4.161, O. 9.68, Θρ. 3. 3 cod.; combined with
    1

    ἀπό P. 4.174

    , cf. O. 6.101, N. 5.7; separated from its noun by a verb P. 4.121) prep. c. gen.
    1 from
    a with verb of movement.

    βασιλεὺς δ' ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ ἐκ Πυθῶνος O. 6.48

    Λικύμνιον ἐλθόντ' ἐκ θαλάμων Μιδέας O. 7.29

    βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς νᾶσος O. 7.69

    ἀφίκοντο δέ οἱ ξένοι ἔκ τ' Ἄργεος ἔκ τε Θηβᾶν O. 9.68

    στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας O. 13.29

    ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα O. 13.60

    τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί P. 1.22

    ἐξ ὠκεανοῦ φέρομεν ἐννάλιον δόρυP. 4.26 κατακλυσθεῖσαν ἐκ δούρατος” (sc. βώλακα) P. 4.38 βέλος ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενονP. 4.91 ἐκ δὲ Μεσσάνας Ἀμυ- θάν (sc. ἦλθε) P. 4.126

    ἦλθον ἔκ τε Πύλου καὶ ἀπ' ἄκρας Ταινάρου P. 4.174

    ἦλθες ἐξ ἀγλαῶν ἀέθλων P. 5.52

    ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων παῖς N. 6.12

    φιάλαισι ἅς ποθ' ἵπποι πέμψαν ἐκ τᾶς ἱερᾶς Σικυῶνος N. 9.53

    ἐκ δὲ Πελλάνας (sc. ἀπέβαν) N. 10.44 ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας; I. 7.10 ]

    ἄπεπλος ἐκ λεχέων νεοτόκων [ ]νόρουσε Pae. 20.14

    ]βαμεν ἐξ Ὀλύμπου Pae. 22.6

    προβάτων γὰρ ἐκ πάντων κελάρυξεν θηλᾶν γάλα fr. *104b. 1.* ποι]κίλω[ν ἐ]κ λεχέω[ν ἀπέ]διλ[ος (supp. Lobel)fr. 169. 36.
    b esp. (release, free, take, separate) from. τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀιστοὺς ἱέντες; O. 2.90

    παῖδα ἔλυσεν ἐξ ἀτιμίας O. 4.20

    ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δὔ ἄγκυραι O. 6.101

    ἄνδρ' ἐκ θανάτου κομίσαι P. 3.56

    παῖδ' ἐκ νεκροῦ ἅρπασε P. 3.43

    ἐκ προτέρων μεταμειψάμενοι καμάτων P. 3.96

    ἐκ πόντου σαώθη ἔκ τε ματρυιᾶς ἀθέων βελέωνP. 4.161—2.

    Κυράνας· τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοίδας ἅρπασ P. 9.5

    ἐκ λεχέων κεῖραι μελιαδέα ποίαν;” P. 9.37

    τὸν δὴ ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος P. 11.18

    ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο P. 12.18

    βίαια πάντ' ἐκ ποδὸς ἐρύσαις N. 7.67

    ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.30

    ( ἄρουρα)

    ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ I. 1.37

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων I. 4.22

    ἐκ μεγάλων δὲ πενθέων λυθέντες I. 8.6

    ἐκ πυ[ρ ἁρπά]ξαισα[ (supp. Lobel) Θρ. 4. 2.
    c (arising, coming) from, in various senses.
    I from (persons).

    μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων τοῖς O. 6.74

    εἰ δ' ἐγὼ Μελησία ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ O. 8.54

    τὸ δ' ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ i. e. as for what comes from Zeus N. 11.43 τὸ γάρ ἐστι μόνον ἐκ θεῶν sc. the soul fr. 131b. 3. esp. born of, descended from

    τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται O. 7.23

    ἀλλ' ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς O. 10.86

    σάφα δαεὶς ἅ τε οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν ἔχρεον O. 7.91

    βασιλεύς, ἐξ ὠκεανοῦ γένος ἥρως δεύτερος P. 9.14

    πατρὸς δ' ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλέος βασιλεύει P. 10.2

    ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηίδων Αἰακίδας ἐγέραιρεν N. 5.7

    ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι N. 6.1

    συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἶμ' ἀπὸ Σπάρτας καὶ παῤ Ἰσμηνοῦ ῥοᾶν κεκραμένον ἐκ Μελανίπποιο μάτρωος N. 11.37

    λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε τελέσαιI. 6.45 φιλόμαχον γένος ἐκ Περσέος fr. 164.
    II from (things), (won) from, ἐρέω ταύταν χάριν, τὰν δ' ἔπειτ ἀνδρῶν μάχας ἐκ παγκρατίου (Schr.: μάχαν codd.) O. 8.59

    ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64

    Ὀλυμπίᾳ στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος O. 12.18

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν N. 2.19

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων I. 1.11

    ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται *fr. 181*. (developing) from, out of,

    ἐξ ὀνείρου δαὐτίκα ἦν ὕπαρ O. 13.66

    πολλὰν δ' ὄρει πῦρ ἐξ ἑνὸς σπέρματος ἐνθορὸν ἀίστωσεν ὕλαν P. 3.36

    φαμὶ γὰρ τᾶσδ' ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαιP. 4.14

    ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων P. 4.121

    μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    εἰρεσία δ' ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος P. 4.202

    ἀοιδοὶ ἄρχονται Διὸς ἐκ προοιμίου N. 2.3

    ( ἄρουραι)

    βίον ἀνδράσιν ἐπηετανὸν ἐκ πεδίων ἔδοσαν N. 6.10

    ]ἐκ φρεν[ὸς (supp. Snell) Πα. 7A. 5. ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν fr. 123. 4. ἔντι [δὲ καὶ] θάλλοντος ἐκ κισσοῦ στεφάνων Διο[νύσου (sc. ἀοιδαί: supp. Wil., Schneidewin: ἐκ etiam ante Διο- habet cod.: del. Wil.) Θρ. 3. 3. = fr. 128 Schr. ψυχὰς ἐκ τᾶν βασιλῆες ἀγαυοὶ αὔξοντ fr. 133. 3.
    III of place of origin

    ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ' ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος O. 9.14

    δέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ P. 12.5

    κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ Ζεὺς N. 5.34

    IV of source of sounds,

    τῷ μὲν ὁ χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον εἶπε O. 7.32

    ὦρσεν ( Ἀχιλλεὺς)

    πυρὶ καιόμενος ἐκ Δαναῶν γόον P. 3.103

    ἐκ νεφέων δέ οἱ ἀντάυσε βροντᾶς αἴσιον φθέγμα P. 4.197

    αὐτίκα δ' ἐκ μεγάρων Χίρωνα προσήνεπε φωνᾷ P. 9.29

    ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ' ἐρικλάγκταν γόον P. 12.20

    αἴνιγμα παρθένοἰ ἐξ ἀγριᾶν γνάθων fr. 177d.
    2 of time.
    a after, from (the time of)

    χώραν Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ O. 8.30

    Λοκρὶς παρθένος πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖσ' ἀσφαλές P. 2.19

    ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.39

    θεῷ δὲ δυνατὸν μελαίνας ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος fr. 108b. 2. cf. O. 13.66 esp. ἐξ ἀρχᾶς, from the beginning

    ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον O. 7.20

    ἀλλ' ἐν ἕκτᾳ πάντα λόγον θέμενος σπουδαῖον ἐξ ἀρχᾶς ἀνὴρ συγγενέσιν παρεκοινᾶθ P. 4.132

    ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.20

    a from the time when

    ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς O. 2.38

    II and ever since, and from then on

    ἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν O. 6.71

    ἐξ οὗ παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότου αἰχμᾶς O. 9.76

    3 of agency, in various senses.
    I by

    θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν P. 4.72

    II of gods, by the will, gift, agency of

    ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

    ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

    μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν P. 10.20

    Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν I. 3.5

    b of things.
    I by

    Νεστόρειον γὰρ ἵππος ἅρμἐπέδα Πάριος ἐκ βελέων δαιχθείς P. 6.33

    II as a result of; from, by reason of

    Νέστορα ἐξ ἐπέων κελαδεννῶν γινώσκομεν P. 3.113

    ὁ δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις P. 8.90

    τᾷ Δαιδάλου δὲ μαχαίρᾳ φύτευέ οἱ θάνατον ἐκ λόχου Πελίαο παῖς N. 4.60

    ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα N. 9.44

    4 from, of expressing distinction from a group “ μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 esp. beyond, above

    κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    τῷ μὲν κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν ἱπποδρομίας P. 4.66

    ἐκ δὲ περικτιόνων ἑκκαίδεκ' Ἀρισταγόραν ἀγλααὶ νῖκαι ἐστεφάνωσαν N. 11.19

    5
    b divided from verb by verse end. ἐξ / ἄλλαξεν (v. ἐξαλλάσσω) I. 3.18
    c fragg. ]

    πρὶν Στυγὸς ὅρκιον ἐξ εὔ[ Pae. 6.155

    ]ν ὕμνων σέλας ἐξ ἀκαμαν[το Pae. 18.5

    Lexicon to Pindar > ἐκ

  • 4 ἐξ

    Lexicon to Pindar > ἐξ

  • 5 στρατός

    στρᾰτός (-ός, -οῦ, -ῷ, -όν; -ῶν.)
    a people, folk σεμνοὺς ὀχετούς, Ἵππαρις

    οἷσιν ἄρδει στρατὸν O. 5.12

    Παρρασίῳ στρατῷ O. 9.95

    ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων (sc. Ἡρακλέης) O. 10.66 ἐγγυάσομαι ὔμμιν φυγόξεινον στρατὸν μηδ' ἀπείρατον καλῶν ἀφίξεσθαι (the people of Epizephyrian Lokris) O. 11.17

    νώμα δικαίῳ πηδαλίῳ στρατόν P. 1.86

    ἐκ δ' ἐγένοντο στρατὸς θαυμαστός (the Centaurs) P. 2.46

    πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ P. 2.58

    χὠπόταν ὁ λάβρος στρατός, χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι P. 2.87

    στρατῷ τ' ἀμφικτιόνων ὁ Παρνάσσιος αὐτὸν μυχὸς διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν P. 10.8

    ἔνθα καί νυν ἐπίνομον ἡρωίδων στρατὸν ὁμαγερέα καλεῖ συνίμεν P. 11.8

    ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ N. 1.61

    οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν N. 8.11

    ἐκράτησε δὲ καί ποθ' Ἕλλανα στρατὸν Πυθῶνι N. 10.25

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων (the Thebans) I. 1.11χθόνα τοί ποτε καὶ στρατὸν ἀθρόον πέμψαν κεραυνῷ τριόδοντί τε ἐς τὸν βαθὺν Τάρταρον (the original inhabitants of Keos)

    Πα... Κάδμου στρατὸν Pae. 9.44

    pl. νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται στρατῶν, ὃς ἀμαξοφόρητον οἶκον οὐ πέπαται ( wanders from his people: Στράτων Lübbert) fr. 105b. 1.
    b army, expedition

    Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν Μολίονες O. 10.32

    ἔλσαις ὅλον τε στρατὸν λᾴαν τε πᾶσαν O. 10.43

    Ἀμαζονίδων τοξόταν βάλλων γυναικεῖον στρατὸν O. 13.89

    καὶ ῥά οἱ Μόψος ἄμβασε στρατὸν P. 4.191

    ἐκ Δαναῶν στρατοῦ” (the army of the Epigonoi) P. 8.52 καί ποτ' ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν (the Seven against Thebes) N. 9.18 λοιγὸν ἀμύνων ἐναντίῳ στρατῷ ( λοιγὸν ἀμφιβαλὼν coni. A. W. Mair) I. 7.28

    σὺν θεῶν δέ νιν αἴσᾳ Ὕλλου τε καὶ Αἰγιμιοῦ Δωριεὺς ἐλθὼν στρατὸς ἐκτίσσατο I. 9.3

    ἐπὶ δὲ στρατὸν ἄις[ς fr. 33a. “

    μολόντα βαιοῖς σὺν ἔντεσιν ποτὶ πολὺν στρατόν Pae. 2.75

    καὶ στ[ρατὸν] ἱπποχάρμαν πολέμῳ τελευταίῳ προβιβάζοις Πα. 2. 1. Σύριον εὐρυαίχμαν διεῖπον στρατὸν (the Amazons) fr. 173. 1. met.,

    χειμέριος ὄμβρος, ἐπακτὸς ἐλθὼν ἐριβρόμου νεφέλας στρατὸς ἀμείλιχος P. 6.12

    c fragg. ] ώων στρατῷ fr. 60b. 8. ]ου στρατὸς οὐκ ἀέκ[ων fr. 169. 52.

    Lexicon to Pindar > στρατός

  • 6 ἄεθλος

    ἄεθλος (ᾰελτ;γτ;-, ᾰε̄-, αε-. masc. guaranteed, O. 1.84, P. 4.165)
    1 contest

    ἀέθλων γἕνεκεν O. 1.99

    ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων ἀέθλων τε κορυφάν O. 2.13

    νέοις ἐν ἀέθλοις O. 2.43

    μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἀέθλων O. 3.15

    μεγάλων ἀέθλων ἁγνὰν κρίσιν O. 3.21

    τεαὶ γὰρ ὧραι μ' ἔπεμψαν μάρτυῤ ἀέθλων O. 4.3

    ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις O. 5.6

    τεθμόν τε μέγιστον ἀέθλων O. 6.69

    μοῖράν τ' ἀέθλων O. 6.79

    μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων Οὐλυμπία O. 8.1

    ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64

    ἱεροῖς ἐν ἀέθλοις O. 13.15

    ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν O. 14.24

    ἀέθλων Πυθίων P. 3.73

    γυίων ἀέθλοις ἐπεδείξαντο κρίσιν P. 4.253

    ἐξ ἀγλαῶν ἀέθλων P. 5.53

    νικαφόροις ἐν ἀέθλοις P. 8.26

    καλλίσταν πόλιν ἀμφέπει κλεινάν τ' ἀέθλοις P. 9.70

    ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις P. 9.102

    σὺν δ' ἀέθλοις

    ἐκέλευσεν διακρῖναι ποδῶν P. 9.115

    γεύεται γὰρ ἀέθλων P. 10.7

    μεγάλων δ' ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ N. 1.11

    ὅσσα δ' ἀμφ ἀέθλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται N. 2.17

    τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν N. 2.19

    ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν N. 4.73

    Νεμέας ἐξ ἐράτων ἀέθλων N. 6.12

    ἀγών τοι χάλκεος δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν (i. e. the Hekatombaia at Argos.) N. 10.23

    ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων. N. 11.23

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων (sc. Ἰσθμός.) I. 1.11 ὃς δ' ἀμφ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, I. 1.50

    εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις ἢ σθένει πλούτου I. 3.1

    ἔν τ' Ἀδραστείοις ἀέθλοις Σικυῶνος I. 4.26

    καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ' ἀέθλων γίνεται, ἰσχύος ἔργον (Er. Schmid: ἀέθλων τέρμα codd.: i. e. the Theban Iolaia) I. 4.67

    ἔν τ' ἀγωνίοις ἀέθλοισι ποθεινὸν κλέος ἔπραξεν I. 5.7

    καὶ Νεμέᾳ ἀέθλων ὅτι κράτος ἐξεῦρε I. 8.5

    ταμίαι τε σοφοὶ Μοισᾶν ἀγωνίων τ' ἀέθλων I. 9.8

    διαγινώσκομαι μὲν ἀρεταῖς ἀέθλων Ἑλλανίσιν (hypallage: exploits in the games of Greece.) Pae. 4.22
    b met. contest, task

    ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεται O. 1.84

    τοῦτον ἄεθλον ἑκὼν τέλεσονP. 4.165

    καὶ τάχα πείρατ' ἀέθλων δείκνυεν πατρωίων P. 4.220

    θηρός, ὃν πάμπρωτον ἀέθλων κτεῖνά ποτ ἐν Νεμέᾳ” Herakles speaks of the Nemean lion I. 6.48

    Lexicon to Pindar > ἄεθλος

  • 7 Κάδμος

    1 son of Agenor, husband of Harmonia, founder of Thebes, father of Semele, Ino, Autonoe, Agaue (P. 3.97), ancestor of Theron of Akragas (fr. 119.)

    εὐθρόνοις Κάδμοιο κούραις O. 2.23

    Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται sc. among those who live in the isles of the blessed O. 2.78

    αἰὼν δ' ἀσφαλὴς οὐκ ἔγεντ οὔτ Αἰακίδᾳ παρὰ Πηλεῖ οὔτε παῤ ἀντιθέῳ Κάδμῳ P. 3.88

    ἐν Κάδμου πύλαιςP. 8.47

    Κάδμου κόραι, Σεμέλα μὲν, Ἰνὼ δὲ P. 11.1

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων i. e. to the Thebans I. 1.11

    παρ' εὐτειχέσιν Κάδμου πύλαις I. 6.75

    ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν fr. 29. 2.

    Κάδμου στρατὸν καὶ Ζεάθου πόλιν Pae. 9.44

    ἔνθα ποθ' Ἁρμονίαν φάμα γα[ ] Κάδμον ὑψη[λαῖ]ς πραπίδες[σι λαχεῖν (supp. Bury: γα[μέταν] supp. Housman) Δ. 2. 28.
    2 son of Skythes, tyrant of Kos in the early 5th century, ambassador 481 B. C. of Gelon to Delphi (Herodot 7. 163.): test., Vita Pind. Ambros., 1. 3. 2 Dr., καὶ γὰρ Σιμωνίδης τὴν ἐν Σαλαμῖνι ναυμαχίαν γέγραφε καὶ Πίνδαρος μέμνηται τῆς Κάδμου βασιλείας (locus a multis varie temptatus) fr. 272.

    Lexicon to Pindar > Κάδμος

  • 8 ὀπάζω

    ὀπάζω (impv. ὄπαζε; ὀπάζων; ὀπάζειν: aor. ὤπᾰσας, ὤπᾰσεν); ὄπασσεν, ὤπᾰσαν; ὀπᾰσαις; ὀπάσσαι.)
    1 bestow

    Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ' ἔπος I. 6.67

    normally, of divinities,

    οἱ ὤπασε θησαυρὸν δίδυμον μαντοσύνας O. 6.65

    κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν O. 8.84

    κεῖναι γὰρ ὤπασαν τὰ τέρπν O. 9.28

    πολλὰ μὲν νικαφόρον ἀγλαίαν ὤπασαν ἄκραις ἀρεταῖς ὧραι πολυάνθεμοι O. 13.14

    τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ Αἰόλῳ καὶ παισὶ τιμάνP. 4.107

    τὸ μὲν μέγιστον τόθι χαρμάτων ὤπασας P. 8.65

    ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον N. 1.16

    τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἁμᾶς ἄπο N. 3.9

    μοῖραν δ' εὔνομον αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, Ζεῦ πάτερ N. 9.30

    νίκαν τὰν λτ;γτ;ενοκράτει Ποσειδάων ὀπάσαις I. 2.14

    ( φάμα).

    ἅ τε ὤπασεν τοιάδε τῶν τότ' ἐόντων φύλλ ἀοιδᾶν I. 4.26

    ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.38

    τὸ μὲν ἐμόν, Πηλέι γέρας θεόμορον ὀπάσσαι γάμου Αἰακίδᾳ” (Hermann: ὀπάσαι cod.) I. 8.39 met., ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων (sc. Ἰσθμός) I. 1.11 add. inf.,

    αὐτὰ δέ σφισιν ὤπασε τέχναν πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν O. 7.50

    πόλιν δ' ὤπασεν λαόν τε διαιτᾶν (sc. Λοκρός) O. 9.66

    Lexicon to Pindar > ὀπάζω

  • 9 ἕξ

    ἕξ
    1 six

    λαγέτας ἓξ υἱούς O. 1.89

    βωμοὺς ἓξ διδύμους ἐγέραρεν O. 5.5

    τὰ δ' ὑπ ὀφρύι Παρνασσίᾳ ἕξ O. 13.107

    ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων ( ἐξώπασεν Aristarchus) I. 1.11

    χρύσεαι δ' ἓξ ὑπὲρ αἰετοῦ ἄειδον Κηληδόνες Pae. 8.70

    Lexicon to Pindar > ἕξ

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»